Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.90 Joseph. AJ 5.94 (English) >>Joseph. AJ 5.98

5.92νέμει δὲ καὶ τῆς λείας ὅσα ἦν ἔτι λοιπά, πλείστη δʼ ἐγεγόνει, καὶ μεγάλους πλούτους περιεβέβληντο καὶ κοινῇ πάντες καὶ κατʼ ἰδίαν ἕκαστος χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῆς ἄλλης ἐπισκευῆς ἕνεκα, τετραπόδων τε πλήθους ὅσον οὐδὲ ἀριθμῷ μαθεῖν ἦν προσγενομένου. 5.93

Μετὰ δὲ ταῦτα συναγαγὼν εἰς ἐκκλησίαν τὸν στρατὸν τοῖς ὑπὲρ τὸν Ἰόρδανον κατὰ τὴν Ἀμορραίαν ἱδρυμένοις, συνεστράτευον δʼ αὐτοῖς πεντακισμύριοι ὁπλῖται, ἔλεξε τάδε· “ἐπεὶ θεός, πατὴρ καὶ δεσπότης τοῦ Ἑβραίων γένους, γῆν τε κτήσασθαι ταύτην ἔδωκε καὶ κτηθεῖσαν εἰς ἅπαν ἡμετέραν φυλάξειν ὑπείσχηται, 5.94συνεργίας δὲ τῆς παρʼ ὑμῶν κατʼ ἐντολὴν τὴν ἐκείνου δεομένοις ἑαυτοὺς εἰς ἅπαν προθύμους ἐδώκατε, δίκαιον ὑμᾶς μηδενὸς ἔτι δυσκόλου περιμένοντος ἀναπαύσεως ἤδη τυχεῖν φειδοῖ τῆς προθυμίας ὑμῶν, ἵνʼ εἰ καὶ πάλιν δεήσειεν ἡμῖν αὐτῆς ἄοκνον ἔχωμεν εἰς τὰ κατεπείξοντα καὶ μὴ τοῖς νῦν καμοῦσαν αὖθις βραδυτέραν. 5.95χάριν τε οὖν ὑμῖν ὧν συνήρασθε κινδύνων καὶ οὐχὶ νῦν μόνον ἀλλʼ ἀεὶ πάντως ἕξομεν, ὄντες ἀγαθοὶ μεμνῆσθαι τῶν φίλων καὶ παρὰ τῇ διανοίᾳ κρατεῖν ὅσα παρʼ αὐτῶν ἡμῖν ὑπῆρξεν, ὅτι τε τὴν ἀπόλαυσιν τῶν ὑπαρχόντων ὑμῖν ἀγαθῶν διʼ ἡμᾶς ἀνεβάλεσθε καὶ πονήσαντες εἰς νῦν εὐνοίᾳ θεοῦ κατέστημεν ἔπειθʼ οὕτως ἐκρίνατε αὐτῶν μεταλαμβάνειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.90 Joseph. AJ 5.94 (English) >>Joseph. AJ 5.98

Powered by PhiloLogic